Die Transkription des ältesten gedruckten griechischen Textes in der Erstausgabe, Venedig: Manutius 1499: Πρόκλου Σφαῖρα (Ald.)

Download Chapter

Zum Inhalt der Handschrift vgl. die folgende Tabelle.1

Blattzahl Werk
Bl. 7r–184r Iulii Firmici Astronomicorum libri octo integri, et emendati, ex Scythicis oris ad nos nuper allati
Bl. 185r–241v Marci Manilii astronomicorum libri quinque
Bl. 242r–v Indices M. Manilii Astronomicon
Bl. 243r–281v Arati eiusdem phaenomenon fragmentum Marco T. C. interprete
Bl. 243r Arati vita e graeco in latinum Aldo Manutio Romano interprete
Bl. 243v–275r Fragmentum Arati Phaenomenon per Germanicum n Latinum conversi cum commento nuper in Sicilia reperto
Bl. 275v–281v Fragmentum Arati Phaenomenon M. Tulio Cicerone interprete
Bl. 283r–308r Arati eiusdem Phaenomena Ruffo Festo Auieniio paraphraste
Bl. 309r–312v Theonis commentaria copiosissima in Arati Phaenomena graece
Bl. 313r–365r Arati eiusdem Phaenomena graece
Bl. 365v–368v Procli Diadochi Sphaera graece
Bl. 369r–374v Procli eiusdem Sphaera, Thoma Linacro Britanno interprete
Bl. 375r–v Index

[S. 365v (Link zum Facsimile:272)]

Περὶ ἄξονος καὶ πόλων

Ἄξων καλεῖται τοῦ κόσμου ἡ διάμετρος, περὶ ἣν στρέφεται. τὰ δὲ πέρατα τοῦ ἄξωνος πόλοι λέγονται τοῦ κόσμου.2 τῶν δὲ πόλων, ὁ μὲν λέγεται βόρειος, ὁ δὲ νότιος. βόρειος μὲν, ὁ διὰ παντὸς φαινόμενος, ὡς πρὸς τὴν ἡμετέραν οἴκησιν· νότιος δὲ, ὁ διὰ παντὸς ἀόρατος, ὡς πρὸς τὸν ἡμέτερον ὁρίζοντα. εἰσὶ μέντοι τόποι τινὲς ἐπὶ τῆς γῆς, ὅπου συμβαίνει τὸν μὲν παρ’ ἡμῖν πόλον τὸν ἀεὶ φανερὸν ἐκείνοις ἀόρατον εἶναι. τὸν δὲ παρ’ ἡμῖν ἀόρατον ἐκείνοις φανερὸν εἶναι. καὶ πάλιν, ἔστι τίς τόπος ἐπὶ τῆς γῆς ὅπου δύο πόλοι ὁμοίως ἐπὶ τοῦ ὁρίζοντος κεῖνται.

Περὶ σφαίρας κύκλων

Ἀρκτικὸς μὲν οὖν ἐστι κύκλος ὁ μέγιστος τῶν ἀεὶ θεωρουμένων κύκλων, ὁ ἐφαπτόμενος τοῦ ὁρίζοντος καθ’ ἓν σημεῖον, καὶ ὅλος ὑπὲρ γῆν ἀπολαμβανόμενος. ἐν ᾧ τὰ κείμενα τῶν ἄστρων, οὔτε δύσιν, οὔτε ἀνατολὴν ποιεῖται, ἀλλὰ δι’ ὅλης τῆς νυκτὸς περὶ τὸν πόλον στρεφόμενα θεωρεῖται. οὗτος δὲ ὁ κύκλος ἐν τῇ καθ’ ἡμᾶς οἰκουμένῃ ὑπὸ τοῦ ἐμπροσθίου ποδὸς τῆς μεγάλης ἄρκτου περιγράφεται.

Θερινὸς δὲ τροπικὸς κύκλος ἐστὶν ὁ βορειότατος τῶν ὑπὸ τοῦ ἡλίου γραφομένων κύκλων. ἐφ’ οὗ γενόμενος ὁ ἥλιος τὴν θερινὴν τροπὴν ποιεῖται. ἐν ᾗ ἡ μεγίστη μὲν πασῶν τῶν ἐν τῷ ἐνιαυτῷ ἡμέρα, ἐλαχίστη δὲ ἡ νὺξ γίνεται. μετὰ μέντοι γε τὴν θερινὴν τροπὴν, οὐκέτι πρὸς τὰς ἄρκτους παροδεύων ὁ ἥλιος θεωρεῖται, ἀλλ’ ἐπὶ θάτερα μέρη τρέπεται τοῦ κόσμου. διὸ κέκληται τροπικός.

Ἰσημερινὸς δέ κύκλος ἐστὶν ὁ μέγιστος τῶν πέντε παραλλήλων κύκλων, ὁ διχοτομούμενος ὑπὸ τοῦ ὁρίζοντος, ὥστε ἡμικύκλιον μὲν ὑπὲρ γῆν ἀπολαμβάνεσθαι. ἡμικύκλιον δὲ ὑπὸ τὸν ὁρίζοντα. ἐφ’ οὗ γενόμενος ὁ ἥλιος τὰς ἰσημερίας ποιεῖται, τήν τε ἐαρινὴν καὶ τὴν φθινοπωρινήν.

Χειμερινὸς δὲ τροπικὸς κύκλος ἐστὶν ὁ νοτιώτατος τῶν ὑπὸ τοῦ ἡλίου γραφομένων κύκλων. κατὰ τὴν ὑπὸ τοῦ κόσμου γινομένην περιστροφήν. ἐφ’ οὗ γενόμενος ὁ ἥλιος τὴν χειμερινὴν τροπὴν ποιεῖται. ἐν ᾗ ἡ μεγίστη μὲν πασῶν τῶν ἐν τῷ ἐνιαυτῷ νὺξ ἐπιτελεῖται, ἐλαχίστη δὲ ἡμέρα. μετὰ μέντοι γε τὴν χειμερινὴν τροπὴν, οὐκέτι πρὸς μεσημβρίαν παροδεύων ὁ ἥλιος θεωρεῖται, ἀλλ’ ἐπὶ θάτερα μέρη τρέπεται τοῦ κόσμου. διὸ κέκληται καὶ οὗτος τροπικός.

Ἀνταρκτικὸς δέ ἐστι κύκλος ἴσος καὶ παράλληλος τῷ ἀρκτικῷ. καὶ ἐφαπτόμενος τοῦ ὁρίζοντος καθ’ ἓν σημεῖον καὶ ὅλος ὑπὸ γῆν ἀπολαμβανόμενος, ἐν ᾧ τὰ κείμενα τῶν ἄστρων διὰ παντὸς ἡμῖν ἐστιν ἀόρατα.

Τῶν δὲ προειρημένων ε κύκλων, μέγιστος μέν ἐστιν ὁ ἰσημερινός. ἑξῆς δὲ τοῖς μεγέθεσιν οἱ τροπικοί, ἐλάχιστοι δὲ ὡς πρὸς τὴν ἡμετέραν οἴκησιν οἱ ἀρκτικοί. τούτους δὴ τοὺς κύκλους δεῖ νοεῖν ἀπλατεῖς, λόγῳ θεωρητοὺς, ἐκ τῆς τῶν ἀστέρων θέσεως καὶ τῆς αὐτῆς διόπτρας θεωρίας, καὶ τῆς ἡμετέρας ἐπινοίας διατυπουμένους. μόνος γὰρ ἐν τῷ κόσμῳ κύκλος ἐστὶν αἰσθητὸς ὁ τοῦ γάλακτος. οἱ δὲ λοιποὶ λόγῳ εἰσὶ θεωρητοί.

Διὰ τὶ πέντε μόνον παράλληλοι ἐν τῇ σφαίρᾳ κύκλοι

οἱ δὲ πέντε παράλληλοι κύκλοι διὰ τὸ ἀποτελέσματά τινα προσφέρεσθαι διορισμένα εἰς τὴν πρώτην εἰσαγωγὴν τῆς ἀστρολογίας κατεγράφησαν εἰς τὴν σφαῖραν. ὁ μὲν γὰρ ἀρκτικὸς κύκλος αφωρίζει τὰ ἀεὶ θεωρούμενα τῶν ἄστρων. ὁ δὲ θερινὸς τροπικὸς κύκλος τὴν τροπὴν περιέχει. καὶ πέρας ἐστὶ τῆς τοῦ ἡλίου πρὸς ἄρκτον μεταβάσεως. ὁ δὲ ἰσημερινὸς κύκλος τὰς ἰσημερίας περιέχει. ὁ δὲ χειμερινὸς τροπικὸς κύκλος τέρμα ἐστὶ τῆς πρὸς μεσημβρίαν προόδου τῷ ἡλίῳ καὶ τὴν χειμερινὴν τροπὴν περιέχει. ὁ δὲ ἀνταρκτικὸς κύκλος τὰ μὴ θεωρούμενα τῶν ἄστρων ἀφορίζει. ἔχοντες οὖν κεφάλαια ὡρισμένα καὶ ἀποτελέσματα πρὸς τὴν εἰσαγωγὴν τῆς ἀστρολογίας, εὐλόγως κατεγράφησαν εἰς τὴν σφαῖραν.

Περὶ ἐπιφανείας καὶ κρύψεως τῶν ε παραλλήλων κύκλων

Οὐ κατὰ πᾶσαν δὲ χώραν καὶ πόλιν ὁμοίως ὁ θερινὸς τροπικὸς κύκλος τέμνεται ὑπὸ τοῦ ὁρίζοντος. ἀλλὰ παρὰ τὰς τῶν κλιμάτων παραλλαγὰς, διάφορον τὴν τῶν κλιμάτων ὑπεροχὴν συμβαίνει γίνεσθαι. καὶ τοῖς μὲν πρὸς ἄρκτον μᾶλλον ἡμῶν οἰκοῦσιν εἰς ἀνιώτερα μέρη συμβαίνει τέμνεσθαι τὸν θερινὸν ὑπὸ τοῦ ὁρίζοντος, καὶ πέρας ἐστὶ χώρα τις, ἐν ᾗ ὅλος ὁ θερινὸς τροπικὸς κύκλος ὑπὲρ γῆν γίνεται· τοῖς δὲ πρὸς μεσημβρίαν μᾶλλον ἡμῶν οἰκοῦσιν εἰς ἰσώτερα μέρη. ὁ θερινὸς τροπικὸς κύκλος ὑπὸ τοῦ ὁρίζοντος τέμνεται καὶ πέρας ἐστὶ χώρα τις πρὸς μεσημβρίαν ἡμῶν κειμένη. ἐν ᾗ διχοτομεῖται ὁ θερινὸς τροπικὸς κύκλος ὑπὸ τοῦ ὁρίζοντος. τέμνεται οὕτως· ὥστε τοῦ ὅλου κύκλου διαιρουμένου εἰς η μέρη. ε μὲν τμήματα ὑπὲρ γῆν ἀπολαμβάνεσθαι. γ δὲ ὑπὸ γῆν. πρὸς δὲ τοῦτο τὸ κλίμα δοκεῖ καὶ ὁ ἄρατος συντεταχέναι τὴν τῶν Φαινομένων πραγματείαν. περὶ γὰρ τοῦ θερινοῦ τροπικοῦ κύκλου διαλεγόμενος φησὶν οὕτως·

Τοῦ μέν ὅσον τε μάλιστα, δι’ ὀκτὼ μετρηθέντος.
πέντε μὲν ἐν διαστρέφεται καθ’ ὑπέρτερα γαίης,
τὰ τρία δ’ ἐν περάτῃ θέρεος δέ οἱ ἐν τροπαί εἰσιν.

Ἐκ δὲ ταύτης τῆς διαιρέσεως ἀκολουθεῖ τὴν μεγίστην ἡμέραν ὡρῶν ἰσημερινῶν γίνεσθαι ιε. τὴν δὲ νύκτα ὡρῶν ἰσημερινῶν θ. ἐν δὲ τῷ κατὰ ῥόδον ὁρίζοντι, ὁ θερινὸς τροπικὸς κύκλος ὑπὸ τοῦ ὁρίζοντος τέμνεται οὕτως, ὥστε τοῦ ὅλου κύκλου διῃρημένου εἰς μέρη, μ η. τὰ μὲν κ θ τμήματα ὑπὲρ τὸν ὁρίζοντα ἀπολαμβάνεσθαι. τὰ δὲ ιθ ὑπὸ γῆν· ἐκ δὲ τῆς διαιρέσεως ταύτης ἀκολουθεῖ τὴν μεγίστην ἡμέραν ἐν ῥόδω γίνεσθαι ὡρῶν ἰσημερινῶν ι δ καὶ ἥμισυ. τὴν δὲ νύκτα ὡρῶν ἰσημερινῶν θ καί ἥμισυ.

Ὁ δὲ ἰσημερινὸς κύκλος καθ’ ὅλην τὴν οἰκου[S. 366v (Link zum Facsimile:274)] μένην διχοτομεῖται ὑπὸ τοῦ ὁρίζοντος. ὥστε ἡμικύκλιον μὲν ὑπὲρ γῆν ἀπολαμβάνεσθαι. ἡμικύκλιον δὲ ὑπὸ γῆν. δι’ ἣν αἰτίαν ἐπὶ τοῦ κύκλου τούτου αἱ ἰσημερίαι γίνονται.

Ὁ δὲ χειμερινὸς τροπικὸς κύκλος ὑπὸ τοῦ ὁρίζοντος τέμνεται οὕτως, ὥστε τὸ μὲν ἔλασσον τμῆμα ὑπὲρ γῆν γίνεσθαι. τὸ δὲ μεῖζον ὑπὸ γῆν· ἡ δ’ ἀνισότης τῶν τμημάτων τὴν αὐτὴν παραλλαγὴν ἔχει ἐπὶ πάντων τῶν κλιμάτων, ἥτις ἐγίνετο καὶ ἐπὶ τοῦ θερινοῦ τροπικοῦ κύκλου· διὰ παντὸς γὰρ τὰ ἐναλλὰξ τμήματα τῶν τροπικῶν κύκλων ἴσα ἀλλήλοις ἐστί. δι’ ἣν αἰτίαν ἡ μεγίστη ἡμέρα, ἴση ἐστὶ τῇ μεγίστῃ νυκτερινῇ. καὶ ἡ ἐλαχίστη ἡμερινὴ, ἴση ἐστὶ τῇ ἐλαχίστῃ νυκτερινή. ὁ δὲ ἀνταρκτικὸς κύκλος ὅλος ὑπὸ τὸν ὁρίζοντα κρύπτεται.

Περὶ μεγέθους τῶν πέντε παραλλήλων κύκλων

Τοῖς μὲν γὰρ πρὸς ἄρκτον οἰκοῦσι μείζονες οἱ ἀρκτικοὶ κύκλοι γίνονται. τοῦ γὰρ πόλου μετεωροτέρου φαινομένου, ἀνάγκη καὶ τὸν ἀρκτικὸν κύκλον τὸν ἐφαπτόμενον, τοῦ ὁρίζοντος μείζονα ἀεὶ μάλιστα γίνεσθαι. τοῖς δ’ ἔτι πρὸς ἄρκτον οἰκοῦσι γίνεται ποτὲ ὁ θερινὸς τροπικὸς κύκλος ἀρκτικός. ὥστε τοὺς δύο κύκλους ἐφαρμόσαι ἀλλήλοις τὸν θερινὸν τροπικὸν κύκλον καὶ τὸν ἀρκτικόν. καὶ μίαν λαβεῖν τάξιν. πρὸς δὲ τοὺς ἀρκτικοτέρους τόπους καὶ τοῦ θερινοῦ τροπικοῦ κύκλου μείζονες οἱ ἀρκτικοὶ κύκλοι γίνονται· πέρας δέ ἐστί χώρα τις πρὸς ἄρκτον κειμένη. ἐν ᾗ ὁ μὲν πόλος κατὰ κορυφὴν γίνεται. ὁ δ’ ἀρκτικὸς κύκλος τὴν τοῦ ὁρίζοντος ἐπέχει τάξιν, καὶ ἐφαρμόζει αὐτῷ μετὰ τὴν στροφὴν τοῦ κόσμου. καὶ τὸ αὐτὸ μέγεθος λαμβάνει τῷ ἰσημερινῷ. ὥστε τοὺς τρεῖς κύκλους τὸν ἀρκτικὸν καὶ τὸν ἰσημερινὸν καὶ τὸν ὁρίζοντα τὴν αὐτὴν τάξιν καὶ θέσιν λαμβάνειν.

Πάλιν δὲ τοῖς πρὸς μεσημβρίαν ἡμῶν οἰκοῦσιν οἱ μὲν πόλοι ταπεινότεροι γίνονται, οἱ δὲ ἀρκτικοὶ κύκλοι ἐλάσσονες. καὶ πέρας ἐστὶ τις χώρα πρὸς μεσημβρίαν ἡμῶν κειμένη. αὕτη δέ ἐστιν ἡ λεγομένη ὑπὸ τὸν ἰσημερινόν. ἐν ᾗ οἱ μὲν πόλοι ὑπὸ τὸν ὁρίζοντα γίνονται. οἱ δ’ ἀρκτικοὶ κύκλοι καθ’ όλου ἀναιροῦνται. ὥστε ἀντὶ τῶν πέντε παραλλήλων κύκλων τρεῖς παραλλήλους γίνεσθαι, τούς τε τροπικοὺς καὶ τὸν ἰσημερινόν. διὰ γὰρ τὰ προειρημένα οὐχ ὑποληπτέον καθολικῶς γίνεσθαι τοὺς πέντε παραλλήλους, ἀλλ’ ὡς πρὸς τὴν ἡμετέραν οἰκουμένην τὸ πλῆθος αὐτῶν ἐκκεῖσθαι. εἰσὶ γάρ τινες ὁρίζοντες ἐν οἷς τρεῖς μόνοι παράλληλοι γίνονται κύκλοι· εἰσὶ δὲ οἰκήσεις ἐπὶ τῆς γῆς ὧν πρώτη μὲν οἴκησις παρ’ οἷς ὁ θερινὸς τροπικὸς κύκλος ἐφάπτεται τοῦ ὁρίζοντος. καὶ τὴν τοῦ ἀρκτικοῦ κύκλου τάξιν λαμβάνει. δευτέρα δὲ οἴκησις ἡ λεγομένη ὑπὸ τῶν πόλων. τρίτη δὲ ἐστιν οἴκησις ὑπὲρ ἧς μικρὸν ὕστερον εἰρήκαμεν. ἡ προσαγορευομένη ὑπὸ τὸν ἰσημερινόν.

Περὶ τάξεως τῶν πέντε παραλλήλων κύκλων

Ὅθεν οὐθ’ ἡ τάξις τῶν πέντε παραλλήλων κύκλων ἡ αὐτὴ παρὰ πᾶσιν ἐστίν. ἀλλ’ ἒν μὲν τῇ καθ’ ἡμᾶς οἰκουμένῃ, πρῶτος μὲν ὀνομάζεται ὁ ἀρκτικός. δεύτερος δὲ, ὁ θερινὸς τροπικός. εἶτα ἰσημερινός καὶ χειμερινός. πέμπτος δὲ ὁ ἀνταρκτικός· τοῖς δὲ πρὸς ἄρκτον μᾶλλον ἡμῶν οἰκοῦσιν, γίνεται ποτὲ πρῶτος, ὁ θερινὸς τροπικός. δεύτερος δὲ ὁ ἀρκτικός. τρίτος δὲ ὁ ἰσημερινός. τέταρτος δὲ, ὁ ἀνταρκτικός. πέμπτος δὲ ὁ χειμερινὸς τροπικός[S. 367r (Link zum Facsimile:275)] παρ’ οἷς γὰρ ὁ ἀρκτικὸς κύκλος μείζων γίνεται τοῦ θερινοῦ τροπικοῦ, ἀνάγκη τὴν προειρημένην ὑπάρχειν.

Περὶ δυνάμεως τῶν ε παραλλήλων κύκλων

Ὁμοίως δὲ οὐ δ’ αἱ δυνάμεις τῶν πέντε παραλλήλων κύκλων αἱ αὐταί εἰσιν. ὁ γὰρ παρ’ ἡμῖν θερινὸς τροπικὸς κύκλος τοῖς ἀντίποσι χειμερινὸς τροπικὸς κύκλος γίνεται, ὁ δὲ παρ’ ἐκείνοις θερινὸς τροπικὸς, παρ’ ἡμῖν γίνεται χειμερινὸς τροπικός. τοῖς δὲ ὑπὸ τὸν ἰσημερινὸν οἰκοῦσι, τῇ μὲν δυνάμει οἱ τρεῖς κύκλοι θερινοί εἰσι τροπικοί. ὑπ’ αὐτὴν γὰρ τὴν πάροδον τοῦ ἡλίου κεῖνται· τῇ δὲ πρὸς ἀλλήλους παραλλαγῆ γένοιτ’ ἂν, θερινὸς μὲν τροπικὸς, ὁ παρ’ ἡμῖν ἰσημερινός. χειμερινοὶ δὲ οἱ δύο τροπικοί· φύσει γὰρ λέγοιτ’ ἂν καὶ καθολικῶς πρὸς ἅπασων τὴν οἰκουμένην θερινὸς τροπικὸς κύκλος ὑπάρχειν, ὁ ἔγγυστα τῆς οἰκήσεως ὑπάρχων· δι’ ἣν αἰτίαν τοῖς ὑπὸ τὸν ἰσημερινὸν οἰκοῦσι ὁ θερινὸς τροπικὸς γίνεται ὁ ἰσημερινός. τότε γὰρ αὐτοῖς κατὰ κορυφὴν γίνεται ὁ ἥλιος. ἰσημερινοὶ δὲ κύκλοι γίνονται παρ’ αὐτοῖς πάντες οἱ παράλληλοι· ἰσημερία γὰρ διὰ παντός ἐστι παρ’ αὐτοῖς. πάντες γὰρ οἱ παράλληλοι κύκλοι διχοτομοῦνται ὑπὸ τοῦ ὁρίζοντος.

Περὶ διαστάσεως τῶν πέντε παραλλήλων κύκλων

Κατὰ πᾶσαν δὲ χώραν καὶ πόλιν οὐ τὰς αὐτὰς διαστάσεις ἔχουσιν ἀπ’ ἀλλήλων οἱ κύκλοι. ἀλλ’ οἱ μὲν τροπικοὶ ἀπὸ τοῦ ἰσημερινοῦ κατὰ πᾶν ἔγκλιμα, οὐ τὴν αὐτὴν ἀπόστασιν ἔχουσιν, οἱ δὲ τροπικοὶ κύκλοι ἀπὸ τῶν ἀρκτικῶν οὐ τὴν αὐτὴν ἔχουσι διάστασιν κατὰ πάντας τοὺς ὁρίζοντας. ἀλλ’ οἱ μὲν ἔλασσον. οἱ δὲ πλεῖον διιστᾶσιν. ὁμοίως δὲ οἱ ἀρκτικοὶ ἀπὸ τῶν πόλων, οὐ τὴν ἴσην ἀπόστασιν ἔχουσι κατὰ πᾶν ἔγκλιμα. ἀλλ’ οἱ μὲν ἐλάττω. οἱ δὲ πλείω. καταγράφονται μέντοι πᾶσαι αἱ σφαῖραι πρὸς τὸν ἐν τῇ ἑλλάδι ὁρίζοντα.

Περὶ κολούρων κύκλων

Διὰ τῶν πόλων δέ εἰσι κύκλοι οἱ ὑπό τινων κόλουροι προσαγορευόμενοι, οἷς συμκέβηκεν ὑπὸ τῶν ἰδίων περιφεριῶν τοὺς τοῦ κόσμου πόλους ἔχειν. κόλουροι δὲ κέκληται διὰ τὸ μέρη τινὰ αὐτῶν ἀθεώρητα αὐτῶν γίνεσθαι. οἱ μὲν γὰρ λοιποὶ κύκλοι κατὰ τὴν περιστροφὴν τοῦ κόσμου ὅλοι θεωροῦνται. τῶν δὲ κολούρων κύκλων μέρη τινά ἐστιν ἀθεώρητα, τὰ ἀπὸ τοῦ ἀνταρκτικοῦ ὑπὸ τὸν ὁρίζοντα ἀπολαμβανόμενα. γράφονται δὲ οὗτοι οἱ κύκλοι διὰ τῶν τροπικῶν καὶ ἰσημερινῶν σημείων. καὶ εἰς μέρη λ ἴσα διαιροῦσι τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον·

Περὶ ζωδιακοῦ κύκλου

Λοξὸς δέ ἐστι κύκλος, ὁ τῶν ιβ ζῳδίων. αὐτὸς δ’ ἐκ τριῶν κύκλων παραλλήλων συνέστηκεν. ὧν οἱ μὲν τὸ πλάτος ἀφορίζειν λέγονται τοῦ ζῳδιακοῦ κύκλου. ὁ δὲ διὰ μέσων τῶν ζῳδίων καλεῖται. οὗτος δὲ ἐφάπτεται δύο κύκλων ἴσων καὶ παραλλήλων. τοῦ μὲν θερινοῦ τροπικοῦ κατὰ τὴν τοῦ καρκίνου πρώτην μοῖραν. τοῦ δὲ χειμερινοῦ τροπικοῦ κατὰ τὴν τοῦ αἰγοκέρωτος πρώτην μοῖραν, καὶ κατὰ τὴν τοῦ Ζυγοῦ πρώτην μοῖραν. τὸ δὲ πλάτος τοῦ ζῳδιακοῦ κύκλου ἐστὶν μοῖραν ιβ. λοξὸς δὲ κέκληται ὁ ζωδιακὸς κύκλος διὰ τὸ τέμνειν τοὺς παραλλήλους κύκλους.

[S. 367v (Link zum Facsimile:276)]

Περὶ ὁρίζοντος

Οὐ κατὰ πᾶσαν δὲ χώραν καὶ πόλιν ὁ αὐτός ἐστιν ὁρίζων, ἀλλὰ πρὸς μὲν τὴν αἴσθησιν σχεδὸν ὡς ἐπὶ σταδίους τετρακοσίους ὁ αὐτὸς ὁρίζων διαμένει. ὥστε καὶ τὰ μεγέθη τῶν ἡμερῶν, καὶ τὸ κλίμα καὶ πάντα τὰ φαινόμενα, τὰ αὐτὰ διαμένειν. πλειόνων δὲ σταδίων γινομένων κατὰ τὴν παραλλαγὴν τῆς οἰκήσεως, ἕτερος ὁρίζων γίνεται κατὰ τὸ κλίμα διαφέρων καὶ πάντα τὰ φαινόμενα μεταπίπτει. δεῖ μέντοι γε τὴν παραλλαγὴν τῆς οἰκήσεως τὴν ὑπὲρ τετρακοσίους σταδίους διαλαμβάνεσθαι, κατὰ τὴν πρὸς ἄρκτον μεσημβρίαν τε πάροδον. τοῖς μὲν γὰρ ἐπὶ τοῦ αὐτοῦ παραλλήλου οἰκοῦσιν ἀπὸ μυρίων σταδίων ὑπάρχουσιν. ὁ μὲν ὁρίζων ἐστὶ διάφορος, τὸ δὲ κλίμα τὸ αὐτὸ καὶ πάντα τὰ φαινόμενα παραπλήσια· αἱ μέντοι ἀρχαὶ καὶ τελευταὶ αἱ τῶν ἡμερῶν οὐχ ἅμα πᾶσιν ἔσονται τοῖς ἐπὶ τοῦ αὐτοῦ παραλλήλου οἰκοῦσι, κατὰ τὴν πρὸς τὸν λόγον ἀκρίβειαν, ἅμα τῷ στιγμιαῖαν πάροδον γίνεσθαι, καθ’ ὁποιονοῦν μέρος τοῦ κόσμου μεταπίπτει καὶ ὁ ὁρίζων καὶ τὸ ἔγκλιμα καὶ πάντα τὰ φαινόμενα διάφορα.

Οὐ καταγράφεται δὲ ὁ ὁρίζων ἐν ταῖς σφαίραις δι’ αἰτίαν τοιαύτην. ὅ τι οἱ μὲν λοιποὶ κύκλοι πάντες φερομένου τοῦ κόσμου ἀπ’ ἀνατολῶν ἐπὶ τὴν δύσιν συμπεριστρέφονται. καὶ αὐτοὶ ἅμα τῇ τοῦ κόσμου κινήσει. ὁ δὲ ὁρίζων ἐστὶ φύσει ἀκίνητος, τὴν αὐτὴν τάξιν διαφυλάττων διὰ παντός. εἰ οὖν κατεγράφοντο οἱ ὁρίζοντες ἐν ταῖς σφαίραις, στρεφομένων αὐτῶν συνέβαινεν ἂν τὸν ὁρίζοντα κινεῖσθαι καὶ κατὰ κορυφήν ποτε γίνεσθαι. ὅπερ ἐστὶν ἀδύνατον καὶ ἀλλότριον τοῦ σφαιρικοῦ λόγου. ὑπὸ μέντοι γε τῆς σφαιρικῆς θήκης ἡ τοῦ ὁρίζοντος θέσις κατανοεῖται.

Περὶ τῶν μεσημβρινῶν κύκλων

Μεσημβρινὸς δέ ἐστι κύκλος ὁ διὰ τῶν τοῦ κόσμου πόλων καὶ τοῦ κατὰ κορυφὴν σημείου γραφόμενος κύκλος. ἐφ’ οὗ γενόμενος ὁ ἥλιος τὰ μέσα τῶν ἡμερῶν καὶ τὰ μέσα τῶν νυκτῶν ποιεῖται. Καὶ οὗτος δέ ἐστιν ὁ κύκλος ἀκίνητος ἐν τῷ κόσμῳ καὶ τὴν αὐτὴν τάξιν διαφυλάσσων ἐν ὅλῃ τῇ τοῦ κόσμου περιστροφῇ. οὐ καταγράφεται δὲ οὗτος ὁ κύκλος ἐν ταῖς καταστηριζομέναις σφαίραις, διὰ τὸ καὶ ἀκίνητος εἶναι. καὶ μηδεμίαν ἐπιδέχεσθαι μετάπτωσιν. ἀλλὰ πρὸς μὲν τὴν αἴσθησιν σχεδὸν ἐπὶ σταδίους τριακοσίους ὁ αὐτὸς μεσημβρινὸς διαμένει. πρὸς δὲ τὴν ἐν τῷ λόγῳ ἀκρίβειαν ἅμα τῷ τὴν παροῦσαν γίνεσθαι πάροδον, ἢ πρὸς ἀνατολὴν, ἢ πρὸς δύσιν, ἕτερος γίνεται μεσημβρινός. κατὰ μὲν γὰρ πρὸς ἄρκτον καὶ πρὸς μεσημβρίαν πάροδον, κἂν μεταξὺ μύριοι στάδιοι ὑπάρχουσιν, αὐτὸς μένει μεσημβρινός. κατὰ δὲ τὴν ἀπ’ ἀνατολῆς πρὸς δύσιν πάροδον. διαφοραὶ μεσημβρινῶν.

[S. 368r (Link zum Facsimile:277)]

Περὶ γαλακτινοῦ κύκλου

Λοξὸς δέ ἐστι κύκλος καὶ ὁ τοῦ γάλακτος. οὗτος μὲν οὖν μείζονι πλάτει λελόξωται τῷ τροπικῷ κύκλῳ. συνέστηκε δὲ ἐκ βραχυμερίας νεφελοειδοῦς, καὶ ἔστιν ἐν τῷ κόσμῳ μόνος θεωρητός. οὐχ ὥρισται δὲ αὐτοῦ τὸ πλάτος, ἀλλὰ κατὰ μέν τινα μέρη πλατύτερός ἐστι. κατὰ δέ τινα, στενότερος, δι’ ἣν αἰτίαν ἐν ταῖς πλείσταις σφαίραις. οὐ δὲ καταγράφεται ὁ τοῦ γάλακτος κύκλος. ἔστι δὲ καὶ οὗτος, τῶν μεγίστων κύκλων. μέγιστοι γὰρ ἐν σφαίραις λέγονται κύκλοι οἱ τὸ αὐτὸ κέντρον ἔχοντες τῇ σφαίρᾳ. εἰσὶ δὲ μέγιστοι κύκλοι ἑπτά· ἰσημερινός. ζῳδιακὸς. καὶ ὁ διὰ μέσων τῶν ζῳδίων. οἱ διὰ τῶν πόλων. ὁ καθ’ ἑκάστην οἴκησιν ὁρίζων. ὁ μεσημβρινός. ὁ τοῦ γάλακτος.

Περὶ τῶν πέντε ζωνῶν

Ἡ τῆς συμπάσης ἐπιφάνειας σφαιροειδὴς ὑπάρχουσα, διαιρεῖται εἰς ζώνας πέντε. ὧν δύο μὲν αἱ περὶ τοὺς πόλους, πορρώτητι δὲ κείμεναι τῆς τοῦ ἡλίου παρόδου κατεψυγμέναι λέγονται. καὶ ἀοίκητοι διὰ τὸ ψύχος εἰσίν. ἀφορίζονται δ’ ὑπὸ τῶν ἀρκτικῶν πρὸς τοὺς πόλους. αἱ δὲ τούτων ἑξῆς. συμμέτρως δὲ κείμεναι πρὸς τὴν τοῦ ἡλίου πάροδον, εὔκρατοι καλοῦνται. ἀφορίζονται δ’ αὗται ὑπὸ τῶν ἐν τῷ κόσμῳ ἀρκτικῶν καὶ τροπικῶν κύκλων μεταξὺ κείμεναι αὐτῶν. ἡ δὲ λοιπὴ μέση τῶν προειρημένων κειμένη δ. ἐπαὐτὴν τὴν τοῦ ἡλίου πάροδον διακεκαυμένη καλεῖται. διχοτoμεῖται δ’ αὕτη ὑπὸ τοῦ ἐν τῇ γῇ ἰσημερινοῦ κύκλου. ὃς κεῖται ὑπὸ τὸν ἐν τῷ κόσμῳ ἰσημερινὸν κύκλον. τῶν δὲ εὐκράτων δύο ζονῶν ὑπὸ τῶν ἐν τῇ καθ’ ἡμᾶς οἰκουμένῃ κατοικεῖσθαι συμβέβηκεν. ἐπὶ μὲν τὸ μῆκος οὖσαν ὡς ἔγγιστα περὶ δέκα μυριάδας σταδίων. ἐπὶ δὲ τὸ πλάτος ὡς ἔγγιστα τὸ ἥμισυ.

Περὶ τῶν κατηστερισμένων ζῳδίων

Βόρεια δέ ἐστιν ὅσα τοῦ τῶν ζῳδίων κύκλου, πρὸς ἄρκτους κεῖται. ἔστι δὲ τάδε ἡ μεγάλη ἄρκτος· ἡ μικρά. δράκων ὁ διὰ τῶν ἄρκτων. ἀρκτοφύλαξ. στέφα[S. 368v (Link zum Facsimile:278)] νος. ὀϊστός. ἀετός. δελφίς. προτομὴ ἵππου καθ’ ἵππαρχον, ἵππος. κυφεύς. κασιέπεια. ἀνδρομέδα. περσεύς. ἡνίοχος. δελτωτόν. καὶ ὁ ὕστερον κατεστηριγμένος ὑπὸ καλλιμάχου βερενίκης πλόκαμος. πάλιν δὲ καὶ ἐν τούτοις ἀστέρες τινὲς, ἰδίας ἔχουσι προσηγορίας διὰ τὰς ὁλοσχερεῖς ἐπαὐτοῖς γινομένας ἐπισημασίας. ὁ μὲν γὰρ ἀνὰ μέσον τῶν σκελῶν τοῦ ἀρκτοφύλακος κείμενος ἐπίσημος ἀστὴρ ἀρκτοῦρος ὀνομάζεται. ὁ δὲ παρὰ τὴν λύραν κείμενος λαμπρὸς ἀστὴρ ὁμωνύμως ὅλῳ τῷ ζῳδίῳ λύρα προσαγορεύεται. οἱ δὲ ἐν ἀριστερᾷ ἄκρᾳ χειρὶ τοῦ περσέως κείμενοι ἀστέρες γοργόνιον καλοῦνται· οἱ δὲ ἐν ἄκρᾳ τῇ δεξιᾷ χειρὶ τοῦ περσέως κείμενοι ἀστερίσκοι πυκνοὶ καὶ μικροὶ εἰς τὴν ἅρπην καταστηρίζονται. ὁ δὲ ἐν τῷ εὐωνύμῳ ὤμῳ τοῦ ἡνιόχου κείμενος λαμπρὸς ἀστὴρ, αἴξ προσαγορεύεται. οἱ δὲ ἐν ἄκρᾳ τῇ αὐτῇ χειρὶ κείμενοι ἀστερίσκοι δύο, ἔριφοι καλοῦνται.

Νότια δέ ἐστιν ὅσα τοῦ τῶν ζωδίων κύκλου πρὸς, μεσημβρίαν κεῖται. ἔστι δὲ τάδε. ὠρίων. προκύων. λαγωός. ἀργώ. ὕδρος. κρατήρ. κόραξ. κένταυρος. θηρίον ὃ κρατεῖ ὁ κένταυρος. θυρσολόχος ὃν, κρατεῖ ὁ κένταυρος. θυμιατήριον. νότιος ἰχθύς. κῆτος. ὕδωρ τὸ ἀπὸ τοῦ ὑδροχόου. ποταμὸς ὁ ἀπὸ τοῦ ὠρίωνος. νότιος στέφανος. ὑπὸ τινων δὲ οὐρανίσκος προσαγορευόμενος. κηρύκιον καθ’ ἵππαρχον. πάλιν δὲ καὶ ἐν τούτοις τινὲς ἀστέρες ἰδίας ἔχουσι προσηγορίας. ὁ μὲν γὰρ ἐν τῷ προκύωνι ὢν λαμπρὸς ἀστὴρ, προκύων καλεῖται. ὁ δὲ ἐν τῷ στόματι τοῦ κυνὸς λαμπρὸς ἀστὴρ, ὃς δοκεῖ τὴν ἐπίτασιν τῶν καυμάτων ποιεῖν ὁμωνύμως ὅλῳ τῷ ζῳδίῳ κύων προσαγορεύεται. ὁ δὲ ἐν ἄκρῳ τῷ πηδαλίῳ τῆς ἀργοῦς κείμενος λαμπρὸς ἀστὴρ, κάνωβος ὀνομάζεται· οὗτος μὲν ἐν ῥόδῳ δὶς θεώρητός ἐστιν, ἢ παντελῶς ἀφ’ ὑψηλῶν τόπων ὁρατός· ἐν ἀλεξανδρείᾳ δέ ἐστι παντελῶς ἀφανής. σχεδὸν γὰρ τέταρτον μέρος ζῳδίου ἀπὸ τοῦ ὁρίζοντος μετεωρισμένος φαίνεται. Τέλος τῆς τοῦ πρόκλου σφαίρας.

Fußnoten

Zur Beschreibung der Druckausgabe vgl. Botfield 1861, 197–200; Firmin-Didot 1875, 129–131; Barber 1977, 291v.

Die Bezeichnung Ald. stammt von Todd 1993.